Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.49.2 | Hdt. 4.50.3 (English) | >>Hdt. 4.52.3 |
4.50.1 τούτων ὦν τῶν καταλεχθέντων καὶ ἄλλων πολλῶν συμβαλλομένων τὸ σφέτερον ὕδωρ γίνεται ὁ Ἴστρος ποταμῶν μέγιστος , ἐπεὶ ὕδωρ γε ἓν πρὸς ἓν συμβάλλειν ὁ Νεῖλος πλήθει ἀποκρατέει . ἴσος δὲ γὰρ δὴ τοῦτον οὔτε ποταμὸς οὔτε κρήνη οὐδεμία ἐσδιδοῦσα ἐς πλῆθός οἱ συμβάλλεται .
4.50.2 ἴσος δὲ αἰεὶ ῥέει ἔν τε θέρει καὶ χειμῶνι ὁ Ἴστρος κατὰ τοιόνδε τι , ὡς ἐμοὶ δοκέει · τοῦ μὲν χειμῶνος ἐστὶ ὅσος περ ἐστι , ὀλίγῳ τε μέζων τῆς ἑωυτοῦ φύσιος γίνεται · ὕεται γὰρ ἡ γῆ αὕτη τοῦ χειμῶνος πάμπαν ὀλίγῳ , νιφετῷ δὲ πάντα χρᾶται ·
4.50.3 τοῦ δὲ θέρεος ἡ χιὼν ἡ ἐν τῷ χειμῶνι πεσοῦσα , ἐοῦσα ἀμφιλαφής , τηκομένη πάντοθεν ἐσδιδοῖ ἐς τὸν Ἴστρον . αὕτη τε δὴ ἡ χιὼν ἐσδιδοῦσα ἐς αὐτὸν συμπληθύει καὶ ὄμβροι πολλοί τε καὶ λάβροι σὺν αὐτῇ · ὕει γὰρ δὴ τὸ θέρος .
4.50.4 ὅσῳ δὲ πλέον ἐπʼ ἑωυτὸν ὕδωρ ὁ ἥλιος ἐπέλκεται ἐν τῷ θέρει ἢ ἐν τῷ χειμῶνι , τοσούτῳ τὰ συμμισγόμενα τῷ Ἴστρῳ πολλαπλήσια ἐστὶ τοῦ θέρεος ἤ περ τοῦ χειμῶνος · ἀντιτιθέμενα δὲ ταῦτα ἀντισήκωσις γίνεται , ὥστε ἴσον μιν αἰεὶ φαίνεσθαι ἐόντα .
ch. 51
4.51.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.49.2 | Hdt. 4.50.3 (English) | >>Hdt. 4.52.3 |